Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ οἱ Περικλέους υἱοὶ τελευτήσαντος τῷ λοιμῷ Πρωταγόρᾳ διαλέγεσθαι ὅτε δεύτερον ἐπεδήμησε ταῖς Ἀθήναις, οἱ ἔτι πρότερον τελευτήσαντες. πολλὰ δ᾽ ἔστι καὶ ἄλλα λέγειν περὶ αὐτοῦ καὶ δεικνύναι ὡς ἔπλαττε τοὺς διαλόγους.
ὅτι114. δὲ καὶ δυσμενὴς ἦν πρὸς ἅπαντας, δῆλον καὶ ἐκ τῶν ἐν τῷ Ἴωνι ἐπιγραφομένῳ,8 ἐν ᾧ πρῶτον μὲν κακολογεῖ πάντας τοὺς ποιητάς, ἔπειτα καὶ τοὺς ὑπὸ τοῦ δήμου προαγομένους, Φανοσθένη τὸν
[p. 272]
Ἄνδριον κἀπολλόδωρον τὸν Κυζικηνόν, ἔτι δὲ τὸν Κλαζομένιον Ἡρακλείδην. ἐν δὲ τῷ Μένωνι καὶ
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.