Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ὀσφύος αἱ ἐκ πλαγίων σάρκες ἐπανεστηκυῖαι ψύαι. τὰ δ᾽ ἑκατέρωθεν κοιλώματα λέγουσι κύμβους ἢ γλήνας.2’ Κλέαρχος δ᾽ ἐν δευτέρῳ περὶ σκελετῶν οὕτως φησί: ‘ σάρκες μυωταὶ καθ᾽
ἑκάτερον μέρος, ἃς οἱ μὲν ψύας, οἱ δὲ ἀλώπεκας, οἱ δὲ νεφρομήτρας καλοῦσι.’ μνημονεύει δὲ τῶν ψυῶν καὶ Ἱπποκράτης ὁ ἱερώτατος. ὠνομάσθησαν δ᾽ οὕτως διὰ τὸ ῥᾳδίως ἀποψᾶσθαι ἢ οἷόν τις ἐπιψαύουσα σὰρξ καὶ
ἐπιπολῆς τοῖς ὀστέοις ὑπάρχουσα. μνημονεύει αὐτῶν καὶ Εὔφρων ὁ κωμικὸς ἐν Θεωροῖς:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.