Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ πολεμίων, ἐπὶ δὲ τῶν πύργων ἕκαστον ἀνέβαινον τέτταρες μὲν καθωπλισμένοι νεανίσκοι, δύο δὲ τοξόται. πᾶν δὲ τὸ ἐντὸς τῶν πύργων λίθων καὶ βελῶν πλῆρες ἦν. τεῖχος δὲ ἐπάλξεις ἔχον καὶ καταστρώματα διὰ νεὼς ἐπὶ κιλλιβάντων κατεσκεύαστο: ἐφ᾽ οὗ λιθοβόλος ἐφειστήκει, τριτάλαντον λίθον ἀφ᾽ αὑτοῦ ἀφιεὶς καὶ δωδεκάπηχυ
[p. 442] βέλος, τοῦτο δὲ τὸ μηχάνημα κατεσκεύασεν Ἀρχιμήδης, ἑκάτερον δὲ τῶν βελῶν ἔβαλλεν ἐπὶ στάδιον. μετὰ δὲ ταῦτα παραρρύματα ἐκ τροπῶν παχέων συγκείμενα διὰ ἁλύσεων χαλκῶν
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.