καὶ Λακεδαιμόνιοι δ᾽, ὥς φησιν Ἡρόδοτος ἐν τῇ ἕκτῃ, Κλεομένη τὸν βασιλέα Σκύθαις ὁμιλήσαντα καὶ ἀκρατοπότην γενόμενον ἐκ τῆς μέθης φασὶ μανῆναι. καὶ αὐτοὶ δ᾽ οἱ Λάκωνες ὅταν βούλωνται ἀκρατέστερον πίνειν, ἐπισκυθίσαι λέγουσι. χαμαιλέων γοῦν ὁ Ἡρακλεώτης ἐν τῷ περὶ μέθης περὶ τούτων οὕτως γράφει: ἐπεὶ καὶ Κλεομένη τὸν Σπαρτιάτην φασὶν οἱ Λάκωνες μανῆναι διὰ τὸ Σκύθαις ”
Σκυθικὴν πόσιν παρ᾽ οἴνῳ
μελετῶμεν, ἀλλὰ καλοῖσ᾽
ὑποπίνοντες ἐν ὕμνοις.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.