Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἀφίησι δ᾽ εὐθὺς ἀπὸ τῆς ῥίζης καυλοὺς ἐπιγείους: τὸ δὲ φύλλον ἔχει πλατὺ καὶ ἀκανθῶδες: καυλοὺς δὲ τοὺς καλουμένους κάκτους, ἐδώδιμοι δ᾽ εἰσὶ περιλεπόμενοι καὶ μικρὸν ὑπόπικροι, καὶ ἀποθησαυρίζουσιν αὐτοὺς ἐν ἅλμῃ. ἕτερον δὲ καυλὸν ὀρθὸν ἀφίησιν, ὃν καλοῦσι πτέρνικα, καὶ τοῦτον ἐδώδιμον. τὸ δὲ περικάρπιον ἀφαιρεθέντων τῶν παππωδῶν ἐμφερὲς τῷ τοῦ φοίνικος ἐγκεφάλῳ,
[p. 308] ἐδώδιμον καὶ τοῦτο: καλοῦσι δ᾽ αὐτὸ ἀσκάληρον.’ τίς δὲ τούτοις οὐχὶ πειθόμενος θαρρῶν ἂν εἴποι τὴν κάκτον εἶναι ταύτην τὴν ὑπὸ Ῥωμαίων μὲν καλουμένην κάρδον, οὐ μακράν, ὄντων τῆς Σικελίας,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.