ἐν δὲ Πελαργοῖς:
καὶ δελφακίων ἁπαλῶν κωλαῖ καὶ χναυμάτια πτερόεντα.
Πλάτων Γρυψὶν ' ἰχθῦς, κωλᾶς, φύσκας.' Ἀμειψίας Κόννῳ:
κεφαλὰς τ᾽ ἀρνῶν κωλᾶς τ᾽ ἐρίφων. [p. 170]
Ξενοφῶν Κυνηγετικῷ: ' κωλῆν σαρκώδη, λαγόνας ὑγράς.' καὶ Ξενοφάνης δ᾽ ὁ Κολοφώνιος ἐν τοῖς ἐλεγείοις φησί: ”
δίδοται μάλισθ᾽ ἱερώσυνα,
κωλῆ, τὸ πλευρόν, ἡμίκραιρ᾽ ἀριστερά.