καί:
πάντῃ δ᾽ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα.
Σιμάριστος δὲ τὸ λεπτὸν ποτήριον οὕτως καλεῖσθαι. Διόδωρος δὲ τὸν παρά τισι κότυλον κοτύλην ὠνομακέναι τὸν ποιητὴν ‘ πύρνον καὶ κοτύλην.’ ὃν κύλικα μὲν οὐκ εἶναι, οὐ γὰρ ἔχειν δύο ὦτα, παραπλήσιον δ᾽ ὑπάρχειν λουτηρίῳ βαθεῖ, ποτηρίου
πολλὰ μεταξὺ πέλει κοτύλης καὶ χείλεος ἄκρου.