Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ ἐν τοῖς Συμποτικοῖς Ὑπομνήμασιν βοῶντος καὶ λέγοντος ‘ περὶ ἀφροδισίων ἁρμοστὸν εἶναι ἐν τῷ οἴνῳ μνείαν ποιεῖσθαι: καὶ γὰρ πρὸς ταῦτα ἡμᾶς ὅταν ὑποπίωμεν ἐπιρρεπεῖς εἶναι. καὶ ἐνταῦθα τοὺς μὲν ἡμέρως τε καὶ μετρίως αὐτοῖς χρωμένους ἐπαινεῖν δεῖ, τοὺς δὲ θηριωδῶς καὶ ἀπλήστως ψέγειν. καὶ εἰ διαλεκτικοὶ συνελθόντες εἰς πότον περὶ συλλογισμῶν διαλέγοιντο, ἀλλοτρίως ἂν αὐτοὺς ὑπολάβοι τις ποιεῖν τοῦ παρόντος καιροῦ, ὅτε καὶ ὁ καλὸς κἀγαθὸς ἀνὴρ μεθυσθείη ἄν. οἱ δὲ βουλόμενοι σωφρονικοὶ εἶναι σφόδρα μέχρι τινὸς
’”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.