Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἰχθύων ταρίχου τε ξενικοῦ πλείονα γένη πολλάκις δέ τινες καὶ καθάριον ἀκολουθίσκον προσδιδόασιν. ἡμεῖς δὲ περιειλόμεθα τὰ τοιαῦτα: φιάλας δ᾽ ὁλαργύρους κατασκευάσαντες, τὸ τίμημα ἔχουσαν ἑκάστην ἧς προειρήκαμεν δαπάνης, ἵππον τε κατεσκευασμένον σὺν ἱπποκόμῳ καὶ φαλάροις διαχρύσοις ἐδώκαμεν καὶ παρεκαλέσαμεν ἕκαστον ἐπὶ αὐτοῦ καθεσθέντα οἴκαδ᾽ ἀπιέναι.’ εἰς πάχος δ᾽ ἐπεδεδώκει καὶ ὁ υἱὸς αὐτοῦ Ἀλέξανδρος, ὁ τὴν ἑαυτοῦ μητέρα ἀποκτείνας συμβασιλεύουσαν αὐτῷ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.