80. δεδήλωκε δὲ καὶ διὰ τῶν ἰαμβείων γράμμα πρῶτος οὗτος ἀκολαστότερον μὲν κατὰ τὴν διάνοιαν, πεφρασμένον δὲ τὸν τρόπον τοῦτον:
καὶ τοῦτο λέξασ᾽ εἶτα δὴ σαυτῇ λάλει.
ὅθεν ὕστερον, ὡς ἂν ὑπονοήσειέ τις, Μαιάνδριος ”
κύω γὰρ, ὦ γυναῖκες, ἀλλ᾽ αἰδοῖ, φίλαι,
ἐν γράμμασι σφῷν τοὔνομ᾽ ἐξερῶ βρέφους,
ὀρθὴ μακρὰ γραμμὴ ' στιν ἐκ δ᾽ αὐτῆς μέσης
μικρὰ παρεστῶσ᾽ ἑκατέρωθεν ὑπτία,
ἔπειτα κύκλος πόδας ἔχων βραχεῖς δύο.