previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὰ ἀλλαχοῦ γινόμενα ὡς τὸ τοῦ ἀγρίου σῦκα κρέας πρὸς τὰ ἄλλα, τὰ μὴ τῶν ἀγρίων χοίρων κρέα. 10. λευκερινεὼς δέ τι εἶδός ἐστι συκῆς, καὶ ἴσως αὕτη ἐστὶν τὰ λευκὰ σῦκα φέρουσα, μνημονεύει δ᾽ αὐτῆς Ἕρμιππος ἐν Ἰάμβοις οὕτως

τὰς λευκερινεὼς δὲ χωρὶς ἰσχάδας.
τῶν δ᾽ ἐρινῶν σύκων Εὐριπίδης ἐν Σκίρωνι:

προσπηγνύναι
κράδαις ἐριναῖς.
καὶ Ἐπίχαρμος ἐν Σφιγγί:

ἀλλ᾽ οὐχ ὅμοιὰ γ᾽ ἐρινοῖς οὐδαμῶς. [p. 330]
Σοφοκλῆς δ᾽ ἐν Ἑλένης Γάμῳ τροπικῶς τῷ τοῦ δένδρου ὀνόματι τὸν καρπὸν ἐκάλεσεν εἰπών

πέπων ἐρινὸς ... ἀχρεῖος ὢν
ἐς βρῶσιν ἄλλους ἐξερινάζεις λόγῳ.
πέπων δ᾽ ἐρινὸς εἴρηκεν ἀντὶ τοῦ πέπον ἐρινόν. καὶ Ἄλεξις ἐν Λέβητι:

καὶ τί δεῖ
λέγειν ἔθ᾽ ἡμᾶς τοὺς τὰ σῦχ᾽ ἑκάστοτε
ἐν τοῖς συρίχοις πωλοῦντας; οἳ κάτωθε μὲν
τὰ σκληρὰ καὶ μοχθηρὰ τῶν σύκων ἀεὶ
τιθέασιν, ἐπιπολῆς δὲ πέπονα καὶ καλά.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: