Click on a word to bring up parses, dictionary entries, and frequency statistics
γένει. Ἡλιόδωρος δ᾽ ὁ περιηγητὴς ἐν α᾽ περὶ ἀκροπόλεως ‘ τῆς τῶν πυρῶν,’ φησίν, ‘ ἑψήσεως ἐπινοηθείσης οἱ μὲν παλαιοὶ πύανον, οἱ δὲ νῦν
[p. 340] ὁλόπυρον προσαγορεύουσιν.’ τοιούτων ἔτι πολλῶν λεγομένων ὁ Δημόκριτος ἔφη: ‘ ἀλλὰ κἂν τῆς φακῆς ἐάσατε ἡμᾶς μεταλαβεῖν ἢ αὐτῆς γε τῆς χύτρας, μὴ καὶ λίθοις τις ὑμῶν βεβλήσεται, κατὰ τὸν Θάσιον Ἡγήμονα,’ καὶ ὁ Οὐλπιανὸς ἔφη: ‘τίς δ᾽ αὕτη ἡ λιθίνη βαλλητύς; Ἐλευσῖνι γὰρ τῇ ἐμῇ οἶδά τινα πανήγυριν ἀγομένην καὶ καλουμένην Βαλλητὺν περὶ ἧς οὐκ ἄν τι εἴποιμι μὴ παρ᾽ ἑκάστου
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.