Click on a word to bring up parses, dictionary entries, and frequency statistics
19. ῾ Ἡρακλείδης δ᾽ ὁ Ποντικὸς ἐν τρίτῳ περὶ Μουσικῆς οὐδ᾽ ἁρμονίαν φησὶ δεῖν καλεῖσθαι τὴν Φρύγιον, καθάπερ οὐδὲ τὴν Λύδιον. ἁρμονίας γὰρ εἶναι τρεῖς: τρία γὰρ καὶ γενέσθαι Ἑλλήνων γένη, Δωριεῖς, Αἰολεῖς, Ἴωνας. οὐ μικρᾶς οὖν οὔσης διαφορᾶς ἐν τοῖς τούτων ἤθεσιν, Λακεδαιμόνιοι μὲν μάλιστα τῶν ἄλλων Δωριέων τὰ πάτρια
[p. 366]
διαφυλάττουσιν, Θεσσαλοὶ δὲ οὗτοι γάρ εἰσιν οἱ τὴν ἀρχὴν τοῦ γένους Αἰολεῦσιν μεταδόντες παραπλήσιον
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.