Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τε εἶναι μετρίως καὶ τρόφιμον, κρείττω δὲ τὴν ἀγρίαν τῆς κηπευομένης. Ἕρμιππος δ᾽ ὁ Καλλιμάχειος καὶ εἰς τὴν καλουμένην φησὶν
ἄλιμον προσέτι τε ἄδιψον ἐμβάλλεσθαι τὴν μαλάχην οὖσαν χρησιμωτάτην:
[p. 256]53.
κολοκύνται. Εὐθύδημος ὁ Ἀθηναῖος ἐν τῷ περὶ λαχάνων σικύαν Ἰνδικὴν καλεῖ τὴν κολοκύντην διὰ τὸ κεκομίσθαι τὸ σπέρμα ἐκ τῆς Ἰνδικῆς. Μεγαλοπολῖται δὲ αὐτὴν σικυωνίαν ὀνομάζουσι. Θεόφραστος δὲ τῶν κολοκυντῶν φησιν οὐκ εἶναι ἐν μέρει ἰδέας, ἀλλ᾽ εἶναι τὰς μὲν βελτίους, τὰς δὲ
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.