μισῶν τραπέζαις ὅστις ἐξογκοῖτ᾽ ἄγαν.” οἱ δὲ δημαγωγοῦντες, φησίν, Ἀθήνησι κατὰ τὸν Χρεμωνίδειον πόλεμον κολακεύοντες τοὺς Ἀθηναίους τἄλλα μὲν ἔφασκον πάντα εἶναι κοινὰ τῶν Ἑλλήνων, τὴν δ᾽ ἐπὶ τὸν οὐρανὸν ἀνθρώπους φέρουσαν ὁδὸν Ἀθηναίους εἰδέναι μόνους. Σάτυρος δ᾽ ἐν τοῖς βίοις Ἀνάξαρχόν φησι τὸν εὐδαιμονικὸν φιλόσοφον ἕνα τῶν Ἀλεξάνδρου γενέσθαι κολάκων καὶ συνοδεύοντα τῷ βασιλεῖ, ἐπεὶ ἐγένετό ποτε βροντὴ ἰσχυρὰ καὶ ἐξαίσιος ὡς πάντας πτῆξαι, εἰπεῖν ‘μή τι σὺ τοιοῦτον ἐποίησας, Ἀλέξανδρε, ὁ ’’
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘“
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.