Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐδὲ κύκνοι, περὶ ὧν φησιν ὁ Ἀριστοτέλης:: ‘ὁ κύκνος εὔτεκνός ἐστι καὶ μάχιμος: ἀλληλοκτονεῖ γοῦν ὁ μάχιμος, μάχεται δὲ καὶ
[p. 280]
τῷ ἀετῷ, αὐτὸς μάχης μὴ προαρξάμενος. εἰσὶ δ᾽ ᾠδικοὶ καὶ μάλιστα περὶ τὰς τελευτάς. διαίρουσι δὲ καὶ τὸ πέλαγος ᾁδοντες. ἐστὶν δὲ τῶν στεγανοπόδων καὶ ποηφάγων.’ ὁ δὲ Μύνδιός φησιν Ἀλέξανδρος πολλοῖς τελευτῶσιν παρακολουθήσας οὐκ ἀκοῦσαι ᾀδόντων. ὁ δὲ τὰ Κεφαλίωνος ἐπιγραφόμενα Τρωικὰ συνθεὶς Ἡγησιάναξ ὁ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.