Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἐπὶ τὸ δεῖπνον εἰσιὼν ὁ Διονύσιος εἰς τὸν οἶκον ‘ γράμματα ἡμῖν, ἔφη, ἄνδρες φίλοι, ἐπέμφθη παρὰ τῶν ἡγεμόνων τῶν εἰς Νέαν πόλιν ἀποσταλέντων.’ καὶ ὁ Δημοκλῆς ὑπολαβὼν ‘εὖ γε νὴ τοὺς θεούς,’ ἔφη, ‘ Διονύσιε.’ κἀκεῖνος προσβλέψας αὐτῷ ‘τί δ᾽ οἶδας,’ ἔφη, ‘σύ, πότερα κατὰ γνώμην ἐστὶν ἢ τοὐναντίον ἃ γεγράφασι;’ καὶ ὁ Δημοκλῆς ‘εὖ γε νὴ τοὺς θεοὺς ἐπιτετίμηκας, ἔφη, Διονύσιε.’ καὶ Σάτυρον δέ τινα ἀναγράφει ὁ Τίμαιος κόλακα ἀμφοτέρων τῶν Διονυσίων.
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.