Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ ἀπειληφότα κατὰ τὰς σὰς ἐπινοίας. καὶ ‘ταῦτ᾽ οὐχ ὑπ᾽ ἄλλων, ἀλλὰ τοῖς αὑτοῦ πτεροῖς’ κατὰ τὸν
[p. 200] θαυμάσιον Αἰσχύλον ἁλίσκῃ, ἀπροσδιονύσους λύσεις πραγματευόμενος.'86.
ὅλμος ποτήριον κερατίου τρόπον εἰργασμένον. Μενεσθένης ἐν δ Πολιτικῶν γράφει οὕτως: ‘ἀλβατάνης δὲ στρεπτὸν καὶ ὅλμον χρυσοῦν. ὁ δὲ ὅλμος ἐστὶ ποτήριον κερατίου τρόπον εἰργασμένον, ὕψος ὡς πυγονιαῖον.’ 87. ὀξύβαφον. ἡ μὲν κοινὴ συνήθεια οὕτως καλεῖ τὸ ὄξους δεκτικὸν σκεῦος : ἐστὶ δὲ καὶ ὄνομα ποτηρίου, οὗ μνημονεύει Κρατῖνος μὲν ἐν Πυτίνῃ οὕτως:
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.