ἀοιδίμων δ᾽ ὀψαρτυτῶν ὀνόματα καταλέγει Βάτων ἐν Εὐεργέταις οὕτως
β. ὁ σπλήν; α. σεσάχθω. β. νῆστις; α. ἀπολεῖ μ᾽
οὑτοσί.
εὖ γ᾽, ὦ Σιβύνη, τὰς νύκτας οὐ καθεύδομεν
οὐδ᾽ ἀνατετράμμεθ᾽,8 ἀλλὰ καίεται λύχνος,
καὶ βιβλίον ἐν ταῖς χερσί, καὶ φροντίζομεν
τί Σόφων καταλέλοιπ᾽ ἢ τί Σημωνακτίδης