Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ θαυμαστοὺς δὲ εἶναι λέγει καὶ τοὺς περὶ Ἄβδηρα ἁλισκομένους κεστρεῖς, μεθ᾽ οὓς τοὺς περὶ
[p. 52] Σινώπην, καὶ ταριχευομένους εὐστομάχους ὑπάρχειν. τοὺς δὲ προσαγορευομένους φησὶ μύλλους ὑπὸ μέν τινων καλεῖσθαι ἀγνωτίδια, ὑπὸ δέ τινων πλατιστάκους ὄντας τοὺς αὐτούς, καθάπερ καὶ τὸν χελλαρίην καὶ γὰρ τοῦτον ἕνα ὄντα ἰχθὺν πολλῶν ὀνομασιῶν τετυχηκέναι: καλεῖσθαι γὰρ καὶ βάκχον καὶ ὀνίσκον καὶ χελλαρίην. οἱ μὲν οὖν μείζονες αὐτῶν ὀνομάζονται πλατίστακοι, οἱ δὲ μέσην ἔχοντες ἡλικίαν μύλλοι, οἱ δὲ βαιοὶ τοῖς μεγέθεσιν ἀγνωτίδια.
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.