”
ἦλθ᾽, ἦλθε χελιδὼν
καλὰς ὧρας ἄγουσα,
καὶ καλοὺς ἐνιαυτούς,
ἐπὶ γαστέρα λευκά,
κἠπὶ νῶτα μέλαινα,
παλάθαν σὺ προκύκλει
ἐκ πίονος οἴκου
οἴνου τε δέπαστρον
τυρῶν: τε κάνυστρον.
καὶ πύρωνα χελιδὼν
καὶ λεκιθίταν
οὐκ ἀπωθεῖται, πότερ᾽: ἀπίωμες ἢ λαβώμεθα;
εἰ μέν τι δώσεις: εἰ δὲ μή, οὐκ ἐάσομες,
ἢ τὰν θύραν φέρωμες ἢ τὸ ὑπέρθυρον
ἢ τὰν γυναῖκα τὰν ἔσω καθημέναν:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ Ῥόδιοι καλοῦσιν, ὃ γίνεται τῷ Βοηδρομιῶνι μηνί. χελιδονίζειν δὲ λέγεται διὰ τὸ εἰωθὸς ἐπιφωνεῖσθαι:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.