Δωρίων δ᾽ ἐν τῷ περὶ ἰχθύων ‘βελόνην, φησίν, ἣν καλοῦσιν ῥαφίδα.’ Ἀριστοτέλης δ᾽ ἐν πέμπτῳ ζῴων μορίων βελόνην αὐτὴν καλεῖ, ἐν δὲ τῷ περὶ ζωικῶν ἢ ἰχθύων ῥαφίδα αὐτὴν ὀνομάσας ἀνόδουν φησὶν αὐτὴν εἶναι, καὶ Σπεύσιππος αὐτὴν βελόνην καλεῖ . 112. ῥίνῃ. Δωρίων ἐν τῷ περὶ ἰχθύων ἐν Σμύρνῃ [p. 436] φησὶν τὰς ῥίνας διαφόρους γίνεσθαι, καὶ πάντα δὲ τὰ σελαχώδη τὸν Σμυρναικὸν κόλπον ἔχειν διαφέροντα. Ἀρχέστρατος δέ φησιν
κὠξύρυγχοι ῥαφίδες ἵππουροί τε.
καὶ σελάχη μέντοι κλεινή Μίλητος ἄριστα