103.
τοῖσιν ἐφαρμόζου τῶν κεν κατὰ δῆμον ἵκηαι.
φησὶν ὁ αὐτὸς Κλέαρχος, ‘οὔτε τὸν ἱερὸν καλούμενον πουλύπουν οὔτε τὸν κωπηλάτην πουλύπουν νόμιμον ἦν θηρεύειν, ἀλλ᾽ ἀπεῖπον τούτων τε καὶ τῆς θαλαττίας χελώνης μὴ ἅπτεσθαι. ὁ δὲ πουλύπους ἐστὶ συντηκτικὸς καὶ λίαν ἀνόητος : πρὸς γὰρ τὴν χεῖρα τῶν διωκόντων βαδίζει καὶ διωκόμενος ἔστιν ὅτε οὐχ ὑποχωρεῖ, συντήκονται δ᾽ αὐτῶν αἱ θήλειαι μετὰ τὸν τόκον καὶ παρίενται διὸ καὶ ῥᾳδίως ἁλίσκονται. ἑωράθησαν δέ ποτε καὶ ἐπὶ τὸ ξηρὸν ἐξιόντες, μάλιστα ’
περὶ δὲ Τροιζῆνα τὸ παλαιόν,