Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘‘ δέ.’ Ἡρόδοτος δ᾽ ἐν τῇ α᾽ περὶ Βαβυλῶνος λέγων φησίν ‘ εἰσὶ δ᾽ αὐτόθι φοίνικες πεφυκότες ἀνὰ πᾶν τὸ πεδίον, οἱ πλεῦνες αὐτῶν καρποφόροι, ἐκ τῶν καὶ σιτία καὶ οἶνον καὶ μέλι ποιέονται τοὺς συκέων τρόπον θεραπεύουσιν. τῶν γὰρ φοινίκων οὓς ἔρσενας καλέουσι, τούτων τὸν καρπὸν περιδέουσι τῇσι βαλανηφόροισι τῶν φοινίκων, ἵνα τε πεπαίνῃ σφιν ὁ ψὴν τὴν βάλανον ἐνδύνων καὶ μὴ ἀπορρείῃ ὁ καρπὸς τοῦ φοίνικος, ψῆνας γὰρ δὴ φορέουσιν ἐν τῷ καρπῷ οἱ ἔρσενες καθάπερ οἱ ὄλονθοι.’ τὰ παραπλήσια τοῖς περὶ
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.