οὐδὲ τὸν ἀέρα δ᾽ οἱ ἥρωες τοῖς ὄρνισιν εἴων ἐλεύθερον,
ἰχθὺν δ᾽ Ὅμηρος ἐσθίοντ᾽ εἴρηκε ποῦ
τίνα τῶν Ἀχαιῶν; κρέα δὲ μόνον ὤπτων, ἐπεὶ
ἕψοντά γ᾽ οὐ πεποίηκεν αὐτῶν οὐδένα.
ἀλλ᾽ οὐδὲ μίαν ὅλως ἑταίραν εἶδέ τις
αὐτῶν, ἑαυτοὺς δ᾽ ἔδεφον ἐνιαυτοὺς δέκα.
πικρὰν στρατείαν δ᾽ εἶδον, οἵτινες πόλιν
μίαν λαβόντες εὐρυπρωκτότεροι πολὺ
τῆς πόλεος ἀπεχώρησαν ἧς εἷλον τότε.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.