Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ γοῦν ἐν τῇ δωδεκάτῃ ‘ κοίρανος, φησίν, ὁ Μιλήσιος ἰδὼν ἁλιέας τῷ δικτύῳ λαβόντας δελφῖνα καὶ μέλλοντας κατακόπτειν ἀργύριον δοὺς καὶ
[p. 270]
παραιτησάμενος ἀφῆκεν εἰς τὸ πέλαγος. καὶ μετὰ ταῦτα ναυαγίᾳ χρησάμενος περὶ Μύκονον καὶ πάντων ἀπολομένων μόνος ὑπὸ δελφῖνος ἐσώθη ὁ Κοίρανος. τελευτήσαντος δ᾽ αὐτοῦ γηραιοῦ ἐν τῇ πατρίδι καὶ τῆς ἐκφορᾶς παρὰ τὴν θάλατταν γιγνομένης κατὰ τύχην ἐν τῇ Μιλήτῳ, ἐν τῷ λιμένι πλῆθος δελφίνων ἐφάνη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μικρὸν
’”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.