Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ αὐτῆς ἀλαζόνος παρὰ πολλῶν ποτήρια χρησαμένου καὶ λέγοντος θέλειν ταῦτα συγκόψαι, ἄλλα δὲ κατασκευάσαι, ‘ ἀπολεῖς, ἔφη, ἑκάστου τὸ ἴδιον.’ Λεόντιον κατακειμένη μετ᾽ ἐραστοῦ, ἐπεισελθούσης εἰς τὸ συμπόσιον Γλυκέρας καὶ τοῦ ἐραστοῦ αὐτῆς ταύτῃ μᾶλλον προσέχοντος, κατάστυγνος ἦν. ὡς δ᾽ ἐπιστρέψας ὁ γνώριμος αὐτὴν ἠρώτησε τί λυπεῖται, ‘ἡ ὑστέρα με λυπεῖ’ ἔφη. πρὸς Λαίδα τὴν Κορινθίαν ἐραστὴς ἀποσφράγισμα πέμψας ἐκέλευε παραγίνεσθαι. ἡ δ᾽ ‘οὐ δύναμαι’ εἶπε :
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.