Click on a word to bring up parses, dictionary entries, and frequency statistics
““‘ αὐτὸν οὐχ ὁρῶσιν. ἐνίοτε μέντοι ἐπειδὰν ἑορτὴ ᾖ, ἐν ἑνὶ οἰκήματι ἅπαντες δειπνοῦσιν, ἐν ᾧ καὶ ὁ βασιλεύς, ἐν τῷ μεγάλῳ οἴκῳ. ὅταν δὲ βασιλεὺς πότον ποιῆται ῾ ποιεῖ δὲ πολλάκις ᾿, συμπόται αὐτῷ εἰσιν ὡς μάλιστα δώδεκα, καὶ ὅταν δειπνήσωσιν, ὅ τε βασιλεὺς αὐτὸς καθ᾽ ἑαυτὸν καὶ οἱ σύνδειπνοι, καλεῖ τοὺς συμπότας τούτους τις τῶν εὐνούχων, καὶ ὅταν εἰσέλθωσι συμπίνουσιν μετ᾽ αὐτοῦ, οὐ τὸν αὐτὸν οἶνον κἀκεῖνοι, καὶ οἱ μὲν χαμαὶ καθήμενοι, ὁ δ᾽ ἐπὶ κλίνης χρυσόποδος
’””
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.