Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ χρυσοῦ. μεθ᾽ οὓς ἐπόμπευσαν κυνηγοὶ β᾽ ἔχοντες σιβύνας ἐπιχρύσους, ἤγοντο δὲ καὶ κύνες δισχίλιοι τετρακόσιοι, οἱ μὲν Ἰνδοί, οἱ λοιποὶ δὲ Ὑρκανοὶ καὶ Μολοσσοὶ καὶ ἑτέρων γενῶν. ἑξῆς ἄνδρες ἑκατὸν πεντήκοντα φέροντες δένδρα, ἐξ ὧν ἀνήρτητο θηρία παντοδαπὰ καὶ ὄρνεα. εἶτ᾽ ἐφέροντο ἐν ἀγγείοις ψιττακοὶ καὶ ταῲ καὶ μελεαγρίδες καὶ φασιανοὶ ὄρνιθες καὶ ἄλλοι Αἰθιοπικοί: πλήθει πολλοί.’ εἰπὼν δὲ καὶ ἄλλα πλεῖστα καὶ καταλέξας ζῴων ἀγέλας ἐπιφέρει: ‘πρόβατα Αἰθιοπικὰ ἑκατὸν
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.