Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ τῶν ἐν τῇ ἄμμῳ διαγενομένων κωβιδίων καὶ ἐξ αὐτῆς δὲ ταύτης τῆς ἀφύης ἀπογεννῶνται ἕτεραι αἵτινες ἐγκρασίχολοι καλοῦνται, γίνεται δὲ καὶ ἄλλη ἀφύη ὁ γόνος τῶν μαινίδων καὶ ἄλλη ἐκ τῆς μεμβράδος καὶ ἔτι ἄλλη ἐκ τῶν μικρῶν κεστρέων τῶν ἐκ τῆς ἄμμου, καὶ τῆς ἰλύος γινομένων. πάντων δὲ τούτων ἡ ἀφρῖτις ἀρίστη. Δωρίων δ᾽ ἐν τῷ περὶ ἰχθύων κωβίτην τινὰ ἑψητὸν λέγει καὶ τὸν ἐξ ἀθερίνης: ἰχθυδίου δ᾽ ὄνομα ἀθερίνη. εἶναι δέ φησι καὶ τριγλῖτιν ἀφύην. Ἐπίχαρμος δ᾽ ἐν
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.