τὸ μέντοι ἢ πτῶκα λαγωὸν ' εἰ μέν ἐστιν Ἰωνικόν, πλεονάζει τὸ ω, εἰ δ᾽ Ἀττικόν, τὸ ο. λαγῷα δὲ λέγεται κρέα.’ 63. Ἡγήσανδρος δ᾽ ὁ Δελφὸς ἐν ὑπομνήμασι ‘ κατὰ τὴν Ἀντιγόνου τοῦ Γονατᾶ’ φησιν ‘ βασιλείαν τοσοῦτον πλῆθος γενέσθαι λαγῶν ἐν Ἀστυπαλαίᾳ, ὡς τοὺς Ἀστυπαλαιεῖς περὶ αὐτῶν μαντεύσασθαι. καὶ τὴν Πυθίαν εἰπεῖν κύνας τρέφειν καὶ κυνηγετεῖν ἁλῶναί τε ἐν ἐνιαυτῷ πλείους τῶν ἑξακισχιλίων. ἐγένετο δὲ τὸ πλῆθος τοῦτο: Ἀναφαίου τινὸς ἐμβαλόντος δύο λαγωοὺς εἰς τὴν νῆσον ὡς καὶ πρότερον Ἀστυπαλαιέως τινὸς ἀφέντος δύο πέρδικας ’
γέρανοι, κορῶναι, γλαῦκες, ἰκτῖνοι, λαγοί.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.