ἐστὶ δὲ καὶ πόλις Ἰώνων Ἄρυστις. ἀργυρὶς εἶδος ποτηρίου, οὐ μόνον ἐξ ἀργύρου, Ἀναξίλας:
ἣ τὰς ἀρύστεις ὧδ᾽ ἔχουσ᾽ ἐκώμασας.
27. βατιάκιον, λαβρώνιος, τραγέλαφος, πρίστις, ποτηρίων ὀνόματα. Περσικὴ δὲ φιάλη ἡ βατιάκη. Ἀλεξάνδρου δὲ τοῦ βασιλέως ἐν ταῖς Ἐπιστολαῖς ταῖς πρὸς τοὺς ἐν τῇ Ἀσίᾳ σατράπας φέρεταί τις ἐπιστολὴ ἐν ᾗ ταῦτα γέγραπται: ‘ βατιάκαι ἀργυραῖ κατάχρυσοι τρεῖς. κόνδυα ἀργυρᾶ ρος τούτων ’
καὶ πίνειν ἐξ ἀργυρίδων χρυσῶν.