Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τάχα δ᾽ ἴσως διὰ τὸ φιλοκάλους εἶναι: δηλοῖ δὲ τὸ τῶν καλῶν ἐρᾶν καὶ πρὸς τὰ ὡραῖα φιλικῶς ἔχειν. καλὸν γὰρ τὸ τῆς ὀπώρας καὶ τὸ τῆς ὥρας ὄντως πρόσωπον ἔν τε καρποῖσι καὶ ἄνθεσι θεωρούμενον. ἢ πάντες οἱ ἐρῶντες οἷον ἐκτρυφῶντες ὑπὸ τοῦ
[p. 518] πάθους καὶ ὡριαινόμενοι τοῖς ὡραίοις ἁβρύνονται; φυσικὸν γὰρ δή τι τὸ τοὺς οἰομένους εἶναι καλοὺς καὶ ὡραίους ἀνθολογεῖν. ὅθεν αἵ τε περὶ τὴν Περσεφόνην ἀνθολογεῖν λέγονται, καὶ Σαπφώ φησιν ἰδεῖν ' ἄνθε᾽ ἀμέργουσαν παῖδ᾽ ἄγαν
ἁπαλάν.'’ 80.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.