Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ φυτῶν, γίνεσθαι λέγων κἀν τῷ Νείλῳ ὁμώνυμόν τι αὐτῇ ἄνευ ῥιζῶν.
65. Φοίνικες. Ξενοφῶν μὲν ἐν β᾽ Ἀναβάσεώς φησιν ‘ἐνῆν δὲ σῖτος πολὺς καὶ οἶνος φοινίκων
[p. 518]
καὶ ὄξος ἑψητὸν ἀπὸ τῶν αὐτῶν, αὐταὶ δὲ αἱ βάλανοι τῶν φοινίκων οἵας μὲν ἐν τοῖς Ἕλλησιν ἔστιν ἰδεῖν τοῖς οἰκέταις ἀπέκειντο: αἱ δὲ τοῖς δεσπόταις ἀποκείμεναι ἦσαν ἀπόλεκτοι, θαυμάσιοι: τὸ κάλλος καὶ τὸ μέγεθος, ἡ δὲ ὄψις ἠλέκτρου οὐδὲν διέφερεν τὰς δέ τινας ξηραίνοντες τραγήματα παρετίθεντο. καὶ ἦν παρὰ πότον ἡδὺ μέν,
κεφαλαλγὲς’’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.