τίς ἂν οὖν τῶν ἐκγόνων ἐκείνων τῶν ὑπὲρ τοῦ τοιούτου τεθνηκότων οὐκ ἂν κατ᾽ ἀξίαν δόξειεν τὴν ἐπὶ τῇ στερήσει τοῦ πατρὸς λύπην τῇ τοῦ πατρὸς εὐχαρίστῳ μνήμῃ διορθουμένην; ὅπως δὲ μὴ δόξῃ κοινὸς εἶναι πρὸς πάντας τοὺς παραπλησίως αὐτῷ τὴν εὔνοιαν ἐνδεδειγμένους, ἐπήνεγκεν
ναίειν, οἱ δ᾽ ἄνδρες σόοι ἔμμεναι οἳ τότ᾽ ὄλοντο
Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.
τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ,