Click on a word to bring up parses, dictionary entries, and frequency statistics
προτέγξαιεν. προστιθεὶς δ᾽ ὁ βίος ἀεὶ τοῖς χρειώδεσιν καὶ τῶν εἰς ἀπόλαυσιν καὶ τρυφὴν ἀγόντων ἐπὶ τὴν τῶν μύρων χρῆσιν ὥρμησεν. χρηστέον οὖν, ὦ Κύνουλκε Θεόδωρε, μύροις παρὰ πότον τοῖς ἐλάχιστα καροῦν δυναμένοις, τοῖς στύφουσιν δὲ καὶ ψύχουσιν ἐπ᾽ ὀλίγον. ζητεῖ δ᾽ ὁ πολυμαθέστατος Ἀριστοτέλης ἐν τοῖς Φυσικοῖς Προβλήμασι ‘ διὰ τί οἱ μυριζόμενοι πολιώτεροι; ἢ ὅτι τὸ μύρον διὰ τὰ ἀρώματα ξηραντικὸν ἐστι, διὸ καὶ αὐχμηροὶ οἱ μυριζόμενοι: ὁ δὲ αὐχμὸς πολιωτέρους ποιεῖ, εἴτε γὰρ αὔανσις τριχὸς ἡ πολιὰ εἴτ᾽ ἔνδεια θερμοῦ, ἡ
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.