Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ οὐ μείζοσιν φακῶν, οὗτοι δ᾽ εἰσὶν ἐν ῥόμβοις οἱ κυκλίσκοι ἧσσον μέλασι τοῦ ὅλου χρώματος : διὸ καὶ ποικιλίαν τινὰ οἱ ῥόμβοι παρέχονται, τοῦ μὲν μέλανος ἔχοντες λευκότερον τὸ χρῶμα, τοῦ δὲ λευκοῦ πολὺ μελάντερον. τὸ δὲ κατὰ τὰς πτέρυγας αὐταῖς πεποίκιλται λευκῷ πριονώδεσιν σχήμασιν παρ᾽ ἄλληλα κειμένοις. σκέλη δὲ ἄκεντρα ὅμοια τοῖς ὀρνιθίοις. παραπλήσιαι δ᾽ εἰσὶν αἱ θήλειαι τοῖς ἄρρεσιν διὸ καὶ δυσδιάκριτόν ἐστι τὸ τῶν
[p. 16] μελεαγρίδων γένος.’ τοσαῦτα καὶ ὁ περιπατητικὸς φιλόσοφος περὶ τῶν μελεαγρίδων ἱστόρησεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.