Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ τούτων, καλέ μου Οὐλπιανέ, ζητεῖν τίνες αἱ πρωτοπόσεις γυναῖκες, ἀλλὰ μὴν περὶ γὰρ τῶν παρασίτων ὁ λόγος κἀν τῷ Ἀνακείῳ ἐπί τινος στήλης γέγραπται: ‘ τοῖν δὲ βοοῖν τοῖν ἡγεμόνοιν τοῖν ἐξαιρουμένοιν τὸ μὲν τρίτον μέρος εἰς τὸν ἀγῶνα, τὰ δὲ δύο μέρη τὸ μὲν ἕτερον τῷ ἱερεῖ
, τὸ δὲ τοῖς παρασίτοις.’ Κράτης δ᾽ ἐν δευτέρῳ Ἀττικῆς διαλέκτου φησί: ‘ καὶ ὁ παράσιτος νῦν ἐπ᾽ ἄδοξον μετάκειται πρᾶγμα, πρότερον δ᾽ ἐκαλοῦντο παράσιτοι οἱ ἐπὶ τὴν τοῦ ἱεροῦ σίτου ἐκλογὴν αἱρούμενοι καὶ ἦν ἀρχεῖόν τι παρασίτων.
’”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.