Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ δ᾽ ἐπὶ τῷ στόματι προκάθηται τῆς θαλάμης, τὴν πλεκτάνην ἐπέχων.’ Θεόφραστος δ᾽ ἐν τῷ περὶ τῶν μεταβαλλόντων τὰς χρόας τὸν πολύποδά φησι τοῖς πετρώδεσι μάλιστα μόνοις συνεξομοιοῦσθαι, τοῦτο ποιοῦντα φόβῳ καὶ φυλακῆς χάριν, ἐν δὲ τῷ περὶ τῶν ἐν τῷ ξηρῷ διατριβόντων ζῴων οὐ δέχεσθαί φησι τοὺς πολύποδας τὴν θάλατταν. ἐν
[p. 428]
δὲ τῷ περὶ τῶν κατὰ τόπους διαφορῶν ὁ Θεόφραστος πολύποδας οὐ γίνεσθαί φησιν περὶ Ἑλλήσποντον. ψυχρὰ γὰρ ἡ θάλασσα αὕτη καὶ ἧττον ἁλμυρά, ταῦτα δ᾽ ἀμφότερα πολέμια πολύποδι ‘ὁ105. δὲ ναυτίλος καλούμενος, φησὶν Ἀριστοτέλης, πολύπους μὲν οὔκ ἐστιν, ἐμφερὴς δὲ κατὰ τὰς πλεκτάνας. ἔχει δὲ τὸ νῶτον ὀστρακόδερμον.
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.