Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ δ᾽ ἐξέπιον τὰς φιάλας, ἐν χαλκῷ πίνακι τῶν Κορινθίων κατασκευασμάτων ἄρτος ἑκάστῳ ἰσόπλατυς ἐδόθη, ὄρνεις τε καὶ νῆσσαι, προσέτι δὲ καὶ φάτται καὶ χὴν καὶ τοιαύτη τις ἄλλη ἀφθονία σεσωρευμένη, καὶ ἕκαστος λαβὼν αὐτῷ πίνακι τοῖς κατόπιν διεδίδου παισίν. ἄλλα δ᾽ ἐσθίειν περιεφέρετο πολλὰ καὶ ποικίλα, καὶ μετὰ ταῦτα ἀργυροῦς πίναξ ἕτερος, ἐφ᾽ ᾧ πάλιν ἄρτος μέγας καὶ χῆνες καὶ λαγωοὶ καὶ ἔριφοι καὶ ἕτεροι ἄρτοι πεπονημένοι καὶ περιστεραὶ καὶ τρυγόνες πέρδικές
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.