Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐκ ἀπὸ Βοιωτῶν ἀρξάμενοι κατελέξαμεν, ἀλλ᾽ ἀπὸ πανηγυρικῶν πομπῶν, καὶ ἐπεὶ τὸν καλὸν Οὐλπιανὸν οἶδα πάλιν προβαλοῦντα ἡμῖν τίς αὕτη ἡ παρὰ τῷ Καλλιξείνῳ ἐγγυθήκη, φαμὲν αὐτῷ ὅτι καὶ λόγος τις εἰς Λυσίαν ἀναφέρεται τὸν ῥήτορα περὶ ἐγγυθήκης ἐπιγραφόμενος, οὗ ἡ ἀρχή: ‘εἰ μὲν δίκαιον ἔλεγεν ἢ μέτριον, ἄνδρες δικασταί, Λυσιμένης.’ ἐν ᾧ προελθών φησιν ‘ οὐκ ἂν ἐσπούδαζον περὶ αὐτῆς τῆς ἐγγυθήκης δικαιολογεῖσθαι, ἣ οὔκ ἐστιν ἀξία τριάκοντα δραχμῶν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.