καὶ λίμνας, οἷον κεστρεὺς καὶ συλλήβδην τῶν ἰχθύων ὅσοι δύνανται βιοτεύειν ἐν ἀμφοτέροις τοῖς ὕδασι. τῶν δὲ τελείως ἐν τοῖς ποταμοῖς καὶ λίμναις βιοτευόντων ἀμείνους εἰσὶν οἱ ποτάμιοι: σῆψις γὰρ ὕδατος τὸ λιμναῖόν ἐστι. καὶ τῶν ποταμίων δ᾽ αὐτῶν βέλτιστοί εἰσιν οἱ ἐν τοῖς ὀξυτάτοις τῶν ποταμῶν ὄντες οἵ τε πυροῦντες: οὗτοι γάρ οὐ γίνονται, ἐὰν μὴ ποταμὸς ὀξὺς ᾖ καὶ [p. 122] ψυχρός, διαφέρουσι δὲ τῶν ποταμίων ἰχθύων εὐπεψίᾳ. 57. ταῦτα καὶ παρ᾽ ἡμῶν ἔχετε, ἄνδρες φίλοι, ὀψωνησάντων κατὰ δύναμιν τὴν ἑαυτῶν ὑγιεινῶς.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.