δὲ καὶ εὐέκκριτος. ἡ δὲ ἀφύη βαρεῖά ἐστι καὶ δύσπεπτος: ὧν ἡ λευκὴ καλεῖται κωβῖτις. καὶ ὁ ἑψητὸς δέ, τὸ μικρὸν ἰχθύδιον, τοῦ αὐτοῦ γένους ἐστί. τῶν δὲ σελαχίων ὁ μὲν βοῦς κρεώδης, ὁ δὲ γαλεὸς κρείσσων ὁ ἀστερίας λεγόμενος: ὁ δὲ ἀλωπεκίας ὅμοιός ἐστι τῇ γεύσει τῷ χερσαίῳ ζῴῳ, διὸ καὶ τοῦ ὀνόματος ἔτυχε, καὶ ἡ βατὶς δὲ εὔστομος, ἡ δὲ ἀστερία βατὶς ἁπαλωτέρα καὶ εὔχυλος: ὁ δὲ λειόβατος δυσκοιλιώτερος καὶ βρωμώδης. ἡ δὲ νάρκη, δύσπεπτος οὖσα, τὰ μὲν
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.