Ἀττικοὶ δ᾽ ὅμως βεμβράδας λέγουσιν. Ἀριστομένης Γόησι:
ὃ γέ τοι Σικελὸς ταῖς μεμβραφύαις προσέοικεν ὁ
καρκινοβήτης.
Ἀριστώνυμος Ἡλίῳ ῥιγῶντι:
βεμβράδας φέρων ὀβολοῦ.
Ἀριστοφάνης Γήρᾳ:
οὔτ᾽ ἀφύη νῦν ἔστ᾽ ἔθ᾽ ἁπλῶς οὔτ᾽ αὖ βεμβρὰς
κακοδαίμων.
Πλάτων Πρέσβεσιν
ταῖς πολιόχρωσι βεμβράσιν τεθραμμένη.
ἐν δὲ ταῖς Εὐπόλιδος Αἰξὶν ἔστιν εὑρεῖν καὶ διὰ τοῦ μ γραφόμενον. Ἀντιφάνης δ᾽ ἐν Κνοιθιδεῖ: [p. 292]
Ἡράκλεις, τῶν βεμβράδων.
καὶ Ἄλεξις δ᾽ ἐν Χορηγίδι διὰ τοῦ μ εἴρηκεν ”
ἄτοπά γε κηρύττουσιν ἐν τοῖς ἰχθύσι
κηρύγμαθ᾽, οὗ καὶ νῦν τις ἐκεκράγει μέγα
μέλιτος γλυκυτέρας μεμβράδας φάσκων ἔχειν.
εἰ τοῦτο τοιοῦτ᾽ ἐστίν, οὐδὲν κωλύει
τοὺς μελιτοπώλας αὖ λέγειν βοᾶν θ᾽ ὅτι
πωλοῦσι τὸ μέλι σαπρότερον τῶν μεμβράδων.