63. κυμβία τὰ ποτήρια καὶ πλοῖα μικρὰ Σιμάριστος. Δωρόθεος δέ: ‘ γένος ποτηρίων βαθέων τὰ κυμβία [p. 134] καὶ ὀρθῶν,1 πυθμένα μὴ ἐχόντων μηδὲ ὦτα.’ Πτολεμαῖος δὲ ὁ τοῦ Ἀριστονίκου τὰ κυφά. Νίκανδρος δ᾽ ὁ Θυατειρηνὸς τὸ χωρὶς ὠτίων ποτήριον ὠνομακέναι Θεόπομπον ἐν Μήδῳ. Φιλήμων Φάσματι:
εἶθ᾽ ὅταν τὸν οἶνον αὐτὰς αἰτιώμεθ᾽ ἐκπιεῖν,
λοιδοροῦνται κὠμνύουσι μὴ πιεῖν ἀλλ᾽ ἢ μίαν.
ἡ δὲ κρείττων ἡ μί᾽ ἐστὶ χιλίων ποτηρίων.
ἔπιεν ἡ Ῥόδη