τήθεα Καλχηδών, τοὺς κήρυκας δ᾽ ἐπιτρίψαικαὶ Φιλύλλιος δὲ ἢ ὅστις ἐστὶν ὁ ποιήσας τὰς Πόλεις φησί:
ὁ Ζεύς, τούς τε θαλασσογενεῖς καὶ τοὺς ἀγοραίους,
πλὴν ἑνὸς ἀνθρώπου: κεῖνος δὲ μοί ἐστιν ἑταῖρος
Λέσβον ἐριστάφυλον ναίων, Ἀγάθων δὲ καλεῖται.
Ὄστρεια δὲ μόνως οὕτως ἔλεγον οἱ ἀρχαῖοι. Κρατῖνος Ἀρχιλόχοις:
χήμας, λεπάδας, σωλῆνας, μῦς, πίννας, κτένας ἐκ
Μηθύμνης.