Εὔβουλος Καμπυλίωνι:
λάβ᾽ ὕδωρ κατὰ χειρός. β. μηδαμῶς: καλῶς ἔχει.
α. λάβ᾽, ὦγάθ᾽, οὐδὲν χεῖρον. ἡ παῖς, ἐπιτίθει
ἐπὶ τὴν τράπεζαν κάρυα καὶ τραγήματα.
Ἄλεξις Πολυκλείᾳ ἑταίρας δ᾽ ὄνομα Πολύκλεια:
τραγημάτων δ᾽ ἔσθ᾽ ἡ τράπεζά σοι πλέα.
β. οὐ φιλοτραγήμων εἰμί πως ἑκάστοτε.
ὁ πρῶτος εὑρὼν κομψὸς ἦν τραγήματα.
τοῦ συμποσίου γὰρ διατριβὴν ἐξεῦρε καὶ
ἀργοὺς ἔχειν μηδέποτε τὰς σιαγόνας.