ὅτι δὲ ὁμοῦ τόν τε οἶκον καὶ τὰ κτήματα ἐπῄνεσεν ὁ Τηλέμαχος ἐμφανίζει ὁ Μενέλαος:
ἐκ φόνου εἰς αὐλήν.
16. ἀλλὰ γὰρ ἐπανιτέον ἐπὶ τὸ συμπόσιον, ἐν ᾧ ' Ὅμηρος ἐπιδεξίως ἀφορμὴν εὗρεν λόγων, ὥστε κτῆσιν συγκρῖναι φίλου, οὐ γὰρ ὡς πρόβλημα προτείνει, ἀλλ᾽ ἐπιχαρίτως παρείρας ὁ Μενέλαος, ἐπειδὴ ἤκουσε τῶν ἐπαίνων, τὸ μὲν εἶναι πλούσιος οὐκ ἀρνεῖται: κἀνταῦθα δὲ περιελὼν τὸν φθόνον
τέκνα φίλ᾽, ἦ τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι:
ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματ᾽ ἔασιν. [p. 362]