Ἀντίπατρος δ᾽ ὁ φιλόσοφος συμπόσιόν ποτε συνάγων συνέταξε τοῖς ἐρχομένοις ὡς περὶ σοφισμάτων ἐροῦσιν. Ἀρκεσίλαον δέ φησιν εἰς συμπόσιον παρακληθέντα καὶ συγκατακλιθέντα ἑνὶ τῶν βορῶς ἐσθιόντων, αὐτὸν δὲ μηδενὸς ἀπολαῦσαι δυνάμενον, ἐπεί τις αὐτῷ τῶν παρόντων ἐξέτεινεν, φάναι
δηρὸν ἀνάμνησις δὲ πέλει χαριεστάτη αὕτη.
ἔτυχε δ᾽ ὁ κατοψοφαγῶν Τήλεφος καλούμενος. ὁ δὲ Ζήνων ἐπεί τις τῶν παρόντων ὀψοφάγων
εὖ σοι γένοιτο, Τηλέφῳ δ᾽ ἁγὼ νοῶ: