οἱ δὲ παλαιότεροι ἁπλῶς τραπέζας ἔλεγον, ὡς Ἀχαιὸς ἐν Ἡφαίστῳ σατυρικῷ:
ἐμοὶ δ᾽ ἄπορα γαστρίμαργον μακάρων τιν᾽ εἰπεῖν. [p. 462]
Ἀριστοφάνης Σφηξίν:
θοίνῃ σε πρῶτον τέρψομεν: πάρεστι δέ.
β. τὸ δεύτερον δὲ τῷ με κηλήσεις τρόπῳ;
α. μύρῳ σε χρίσω πάμπαν εὐόσμῳ δέμας.
β. ὕδωρ δὲ νῖψαι χεῖρας οὐ πρόσθεν δίδως;
α. ἡνίκα τράπεζά γ᾽ ἐκποδὼν ἀπαίρεται.
Ἀριστοτέλης δ᾽ ἐν τῷ περὶ Μέθης παραπλησίως
ὕδωρ κατὰ χειρός: τὰς τραπέζας εἰσφέρειν.